[ ] Phokis — Delphi — 100-50 BC
1 ἄρχοντος Φιλονίκου τοῦ Νικία, βουλευόντων Εὐκλείδα, Δάμωνος,
Πάτρωνος, Στράτωνος, ἀπέδοτο Ἑλένα Διοσκουρίδα, συνευαρεστε-
όντων καὶ τῶν υἱῶν αὐτᾶς Μενεμάχου καὶ Μενάνδρου, τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἐπίκτησις, τὸ γένος Βωτάν,
5 τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί-
στευσε Ἐπίκτησις τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧι τε ἐλευθέραν εἶμεν καὶ ἀνέφα-
πτον ἀπὸ πάντων τὸν πάντα βίον, καὶ ἀποτρέχουσα ἇι κα θέληι βεβαιωτὴρ
κατὰ τοὺς νόμους τᾶς πόλιος· Δάμων Ἀγάθωνος. εἰ δέ τις ἐφάπτοιτο Ἐπι-
κτήσιος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν οἵ τε
10 ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέ-
ων ἐλευθέραν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος. μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος
Ἐμμενίδας, ἰδιῶται Λαϊάδας, Πύρρος, Φίλων, Σάτυρος.
Search Help
Contact Us