[ ]
Phokis — Delphi — 100-50 BC
1 | ἄρχοντος Λαϊάδα το[ῦ Ἄγωνος, μ]ηνὸς Ἀπελλαίου, βουλευόντων Στραταγοῦ, Κλεοδάμου, Δάμωνος, |
Ἡρακλείδα, ἐπὶ τοῖσδε [ἀπέδοτο Δεί]νων Δαμοστράτου, συνευαρεστεόντων καὶ τῶν υἱῶν αὐτοῦ Δαμο- | |
στράτου καὶ Κλεομά[χου, τῶι Ἀπόλ]λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Ἁρμοδίκα, τιμᾶς ἀργυρίου | |
μνᾶν ὀκτώ, καὶ τὰν τι[μὰν ἀπέχει πᾶ]σαν, ἐφ’ ὧι τε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, | |
5 | ποιοῦσαν ὅ κα θέληι καὶ [ἀποτρέχουσαν οἷ]ς κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἀγαθοκλῆς Ἀγαθοκλέος, καθὼς |
ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰ[ν ἐφ’ ὧι τε ἐλευθέρ]αν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον· εἰ δέ τις ἐφάπτοιτο Ἁρμοδίκας ἐπὶ | |
καταδουλισμῶι, βέβαιον π[αρεχόντων] τὰν ὠνὰν τῶι θεῶι ὅ τε ἀποδόμενος Δείνων καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν | |
κύριος ἔστω συλέων Ἁρμοδίκαν ἐπ’ ἐλευθερίαι, ἀζάμι- | |
ος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυ- | |
10 | ροι· Λαϊάδας Βαβύλου, Καλλικράτης, Διονύσιος, Δωρόθε- |
ος, Δάμων. |