[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Σωσιπάτρου, μηνὸς Ἀμαλίου, βου-
λευόντων τὰν δευτέραν ἑξάμηνον Ἀ-
μύντα τοῦ Εὐδώρου, Πάσωνος τοῦ Δαμένεος,
5 γραμματεύοντος δὲ Ξένωνος τοῦ Πολύωνος,
ἐπὶ τοῖσδε ἀπέδοτο Σώστρατος Σωτύλου, συνευδο-
κεόντων καὶ τῶν υἱῶν αὐτοῦ Σωτύλου καὶ Ἀρί-
στωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον
ἇι ὄνομα Εἰράνα, τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν
10 τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ-
σε Εἰράνα τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧι τε ἐλευθέ-
ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν
πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέ-
χουσα οἷς κα θέληι. βεβαιωτῆρες κατὰ τοὺς
νόμους τᾶς πόλιος· Τιμοκλῆς Πολύωνος, Τείσων Θευ-
15 χάριος. εἰ δέ τις ἅπτοιτο Εἰράνας ἐπὶ καταδουλισ-
μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε
ἀποδόμενος Σώστρατος καὶ οἱ βεβαιωτῆ-
ρες Τιμοκλῆς καὶ Τείσων. εἰ δὲ μὴ παρέ-
χοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πρά-
20 κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πό-
λιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύ-
ριοι ἐόντω συλέοντες Εἰράναν ἐλευθέραν
ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπό-
δικοι πάσας δίκας καὶ ζαμίας. Παραμεινάτω
25 δὲ Εἰράνα παρὰ Σώστρατον ἀπὸ τᾶς Σωσιπά-
τρου ἀρχᾶς, μηνὸς Ἀμαλίου, ἔτη δέκα, ποιέουσα
τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγ-
κλήτως. εἰ δὲ μὴ ποιέοι ἢ μὴ παραμένοι Εἰράνα
παρὰ Σώστρατον, ἐξουσίαν ἐχέτω Σώστρατος
30 ἐπιτιμ[έω]ν Εἰράναν. εἰ δέ τι ἀνθρώπινον γέ-
νοιτο περὶ Σώστρατον πρὸ τοῦ τὰ δέκα
ἔτη διελθεῖν, ἐλευθέρα ἔστω Εἰράνα,
καθὼς ἐπάνω γέγραπται. μάρτυροι·
οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος, καὶ οἱ ἄρχον-
35 τες, καὶ ἰδιῶται· Πολίτας, Διονύσιος, Δαμοφάνης.
Search Help
Contact Us