[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Σωσιπάτρου, μηνὸς Ἀμαλίου, βου- |
λευόντων τὰν δευτέραν ἑξάμηνον Ἀ- | |
μύντα τοῦ Εὐδώρου, Πάσωνος τοῦ Δαμένεος, | |
5 | γραμματεύοντος δὲ Ξένωνος τοῦ Πολύωνος, |
ἐπὶ τοῖσδε ἀπέδοτο Σώστρατος Σωτύλου, συνευδο- | |
κεόντων καὶ τῶν υἱῶν αὐτοῦ Σωτύλου καὶ Ἀρί- | |
στωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
ἇι ὄνομα Εἰράνα, τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν | |
10 | τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- |
σε Εἰράνα τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧι τε ἐλευθέ- | |
ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν | |
πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέ- | |
χουσα οἷς κα θέληι. βεβαιωτῆρες κατὰ τοὺς | |
νόμους τᾶς πόλιος· Τιμοκλῆς Πολύωνος, Τείσων Θευ- | |
15 | χάριος. εἰ δέ τις ἅπτοιτο Εἰράνας ἐπὶ καταδουλισ- |
μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε | |
ἀποδόμενος Σώστρατος καὶ οἱ βεβαιωτῆ- | |
ρες Τιμοκλῆς καὶ Τείσων. εἰ δὲ μὴ παρέ- | |
χοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πρά- | |
20 | κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πό- |
λιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύ- | |
ριοι ἐόντω συλέοντες Εἰράναν ἐλευθέραν | |
ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπό- | |
δικοι πάσας δίκας καὶ ζαμίας. Παραμεινάτω | |
25 | δὲ Εἰράνα παρὰ Σώστρατον ἀπὸ τᾶς Σωσιπά- |
τρου ἀρχᾶς, μηνὸς Ἀμαλίου, ἔτη δέκα, ποιέουσα | |
τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγ- | |
κλήτως. εἰ δὲ μὴ ποιέοι ἢ μὴ παραμένοι Εἰράνα | |
παρὰ Σώστρατον, ἐξουσίαν ἐχέτω Σώστρατος | |
30 | ἐπιτιμ[έω]ν Εἰράναν. εἰ δέ τι ἀνθρώπινον γέ- |
νοιτο περὶ Σώστρατον πρὸ τοῦ τὰ δέκα | |
ἔτη διελθεῖν, ἐλευθέρα ἔστω Εἰράνα, | |
καθὼς ἐπάνω γέγραπται. μάρτυροι· | |
οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος, καὶ οἱ ἄρχον- | |
35 | τες, καὶ ἰδιῶται· Πολίτας, Διονύσιος, Δαμοφάνης. |