SGDI II 2208
[ ] Phokis — Delphi — 50 BC
1 ἄρχοντος ἐν {Χαλεν} Χαλείωι Μέμνονος
τοῦ Δάμωνος, μηνὸς Κουτίου, ἐν δὲ
Δελφοῖς ἄρχοντος Νεοστράτου τοῦ Ἄρ-
χωνος, μηνὸς Ἡραίου, βουλευόντων Πο-
5 λεμάρχου, Εὐκλείδα, ἀπέδοτο Εὐπορία
Δορκίνα Χαληίς, συνευαρεστέοντος καὶ τοῦ υἱοῦ Ἡρακλείδα, τῶι Ἀπόλλωνι τῶι
Πυθίωι ἐπ’ ἐλευθερίαι παιδάριον οἰκογενές, ὧι ὄνομα Ἀφροδίσιος, τιμᾶς ἀργυρίου  μνᾶν πέν-
τε καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, ἐφ’ ὧι τε εἶμεν Ἀφροδίσιον ἐλεύθερον καὶ ἀνέφα-
πτον ἀπὸ {πο} πάντων. Παραμεινάτω δὲ Ἀφροδίσιος Εὐπορίαι καὶ Δαμοφάνει ἕως κα ζῶ-
10 ντι, ποιῶν τὸ δυνατὸν πᾶν. εἰ δὲ μὴ παραμένοι καθὼς ἁ ὠνὰ περιέχει, ἐξουσίαν ἐχέ-
τωσαν Εὐπορία καὶ Δαμοφάνης ἐπιτιμέοντες Ἀφροδίσιον ὧι κα προαιρέωνται τρό-
πωι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ξενοκράτης Νίκωνος Χαλειεύς, Δελφὸς
δὲ Δίων Λαϊάδα· τὰν ὠνὰν φυλάσσει Μνασίας Μέμνονος Χαλειεύς, Δελφὸς δὲ
Πολέμαρχος Δάμωνος. μάρτυροι· Ἀλέξανδρος Ξενοκράτεος, Κλεοσθένης, Εὐάμερος,
15 Στέφανος.
Search Help
Contact Us