[ ]
Phokis — Delphi — Nov./Dec. 126 BC
1 | ἄρχοντος Ἀριστίωνος τοῦ Ἀναξανδρίδα, μηνὸς Δαιδαφορίου, βου- |
λευόντων τὰν πρώταν ἑξάμηνον Σωσιπάτρου τοῦ Αἰακίδα, Πάτρω- | |
νος τοῦ Ἰατάδα, γραμματεύοντος δὲ Ἁγίωνος τοῦ Ἐχεφύλου, ἐπὶ τοῖσ- | |
δε ἀπέδοτο Ἀρτεμίδωρος Ἀπολλωνίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- | |
5 | μα ἀνδρεῖον ὧι ὄνομα Ἀρίστων, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τι- |
μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλεύθε- | |
ρος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέων ὅ κα θέληι | |
καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Κλέ- | |
ων Κλευδάμου. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Ἀρίστωνος, | |
10 | βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος |
Ἀρτεμίδωρος καὶ ὁ βεβαιωτὴρ Κλέων, κατὰ τὸν νόμον τᾶς πό- | |
λιος ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων | |
σνλέοντες Ἀρίστωνα ὡς ἐλεύθερον ἐόντα, ἀζάμιοι | |
ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας | |
15 | δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς |
τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, Ἄθαμβος | |
Ἀβρομάχου, καὶ οἱ ἄρχοντες Σωσίπατρος Αἰ- | |
ακίδα, Πάτρων Ἰατάδα, Ἁγίων Ἐχεφύλου, | |
καὶ ὁ νεωκόρος Ἀτεισίδας, καὶ ἰδιῶται· Βαβύλος Αἰακίδα, Κλέων καὶ Δάμων οἱ | |
20 | Διονυσίου, Λαϊάδας, Καλλίκων Εὐκράτεος. |