[ ] Phokis — Delphi — Nov./Dec. 126 BC
1 ἄρχοντος Ἀριστίωνος τοῦ Ἀναξανδρίδα, μηνὸς Δαιδαφορίου, βου-
λευόντων τὰν πρώταν ἑξάμηνον Σωσιπάτρου τοῦ Αἰακίδα, Πάτρω-
νος τοῦ Ἰατάδα, γραμματεύοντος δὲ Ἁγίωνος τοῦ Ἐχεφύλου, ἐπὶ τοῖσ-
δε ἀπέδοτο Ἀρτεμίδωρος Ἀπολλωνίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
5 μα ἀνδρεῖον ὧι ὄνομα Ἀρίστων, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τι-
μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλεύθε-
ρος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέων ὅ κα θέληι
καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Κλέ-
ων Κλευδάμου. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Ἀρίστωνος,
10 βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος
Ἀρτεμίδωρος καὶ ὁ βεβαιωτὴρ Κλέων, κατὰ τὸν νόμον τᾶς πό-
λιος ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων
σνλέοντες Ἀρίστωνα ὡς ἐλεύθερον ἐόντα, ἀζάμιοι
ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας
15 δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς
τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, Ἄθαμβος
Ἀβρομάχου, καὶ οἱ ἄρχοντες Σωσίπατρος Αἰ-
ακίδα, Πάτρων Ἰατάδα, Ἁγίων Ἐχεφύλου,
καὶ ὁ νεωκόρος Ἀτεισίδας, καὶ ἰδιῶται· Βαβύλος Αἰακίδα, Κλέων καὶ Δάμων οἱ
20 Διονυσίου, Λαϊάδας, Καλλίκων Εὐκράτεος.
Search Help
Contact Us