[ ]
Phokis — Delphi — Nov./Dec. 126 BC
| 1 | ἄρχοντος Ἀριστίωνος τοῦ Ἀναξανδρίδα, μηνὸς Δαιδαφορίου, βου- |
| λευόντων τὰν πρώταν ἑξάμηνον Σωσιπάτρου τοῦ Αἰακίδα, Πάτρω- | |
| νος τοῦ Ἰατάδα, γραμματεύοντος δὲ Ἁγίωνος τοῦ Ἐχεφύλου, ἐπὶ τοῖσ- | |
| δε ἀπέδοτο Ἀρτεμίδωρος Ἀπολλωνίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- | |
| 5 | μα ἀνδρεῖον ὧι ὄνομα Ἀρίστων, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τι- |
| μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλεύθε- | |
| ρος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέων ὅ κα θέληι | |
| καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Κλέ- | |
| ων Κλευδάμου. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Ἀρίστωνος, | |
| 10 | βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος |
| Ἀρτεμίδωρος καὶ ὁ βεβαιωτὴρ Κλέων, κατὰ τὸν νόμον τᾶς πό- | |
| λιος ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων | |
| σνλέοντες Ἀρίστωνα ὡς ἐλεύθερον ἐόντα, ἀζάμιοι | |
| ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας | |
| 15 | δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς |
| τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, Ἄθαμβος | |
| Ἀβρομάχου, καὶ οἱ ἄρχοντες Σωσίπατρος Αἰ- | |
| ακίδα, Πάτρων Ἰατάδα, Ἁγίων Ἐχεφύλου, | |
| καὶ ὁ νεωκόρος Ἀτεισίδας, καὶ ἰδιῶται· Βαβύλος Αἰακίδα, Κλέων καὶ Δάμων οἱ | |
| 20 | Διονυσίου, Λαϊάδας, Καλλίκων Εὐκράτεος. |