[ ]
Phokis — Delphi — Nov./Dec. 126 BC
1 | ἄρχοντος Ἀριστίωνος τοῦ Ἀναξανδρίδα, μηνὸς Δαιδαφορίου, βουλευόν- |
των τὰν πρώταν ἑξάμηνον Σωσιπάτρου τοῦ Αἰακίδα, Πάτρωνος τοῦ Ἰα- | |
τάδα, γραμματεύοντος δὲ Ἁγίωνος τοῦ Ἐχεφύλου, ἐπὶ τοῖσδε ἀπέδοντο Ξέ- | |
νων Ἀριστοβούλου καὶ Φιλοκράτης Θευφράστου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
5 | ἀνδρεῖον παιδάριον, ὧι ὄνομα Σωσίνικος, τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου στα- |
τήρων εἴκοσι, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Σωσίνικος τῶι θε- | |
ῶι τὰν ὠνὰν ἐφ’ ὧι τε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βί- | |
ον, ποιῶν ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· | |
Ξένων Ἀριστοβούλου. εἰ δέ τις ἐφάπτοιπο Σωσινίκου ἐπὶ καταδουλισμῶι, βέβαιον πα- | |
10 | ρεχόντων τῶι θεῶι τὰν ὠνάν· εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐ- |
όντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ- | |
λέοντες ὡς ἐλεύθερον ἐόντα, ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας δί- | |
κας καὶ ζαμίας. μάρτυροι τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, Ἄθαμβος Ἀβρομάχου, καὶ οἱ | |
ἄρχοντες Σωσίπατρος, Πάτρων, Ἁγίων, καὶ ἰδιῶται· Τιμόκριτος, Ἁγίων Πολυκλείτου, Ἀτεισίδας. |