[ ] Phokis — Delphi — 50 BC
1 ἄρχοντος ἐν Δελφοῖς Κλεοξενίδα, μηνὸς Βοαθόου, ἐν δὲ Χαλείωι
*DA/MWNOS TOU= *DAMOKLE/OS, MHNO\S *BOUKATI/OU, BOULEUO/NTWN *KALLISTRA/TOU,
Πολυτιμίδα, Πεισιστράτου, Κλέωνος, ἀπέδοτο Εὐταξία Σωσία, συνευ-
αρεστεόντων καὶ τῶν υἱῶν αὐτᾶς Ξένωνος καὶ Βοΐσκου, τῶι Ἀπολλωνι τῶι Πυ-
5 θίωι κοράσιον οἰκογενὲς ἇι ὄνομα Συνμαχία, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τι-
μὰν ἀπέχει πᾶσαν, καθὼς ἐπὶστευσε Συνμαχία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέ-
ραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα χρόνον, ποιοῦσα ὅ κα θέληι, καὶ ἀποτρέχουσα
ἇι κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Νίκων Νικαίου. εἰ δέ τις
ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν
10 ἅ τε Εὐταξία καὶ οἱ υἱοὶ αὐτᾶς οἱ ἀποδόμενοι, καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ
ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συλέων Συνμαχίαν ἐλευθέραν οὖσαν, ἀζάμιος
ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος
Ἐμμενίδας καὶ Λαϊάδας, ἰδιῶται {διῶται} Διονύσιος, Σώτηρος Δελφοί, Χαλεῖς δὲ ․․․․․․․․
Search Help
Contact Us