[ ]
Phokis — Delphi — 50 BC
| 1 | ἄρχοντος Διονυσίου, μηνὸς Ἐνδυσ- |
| ποιτροπίου, βουλευόντων Πάτρωνος, | |
| Ἁγίωνος, Φιλιστίωνος, Πάτρωνος, ἀπέ- | |
| δοντο Νικίας καὶ Δαμὼ οἱ Κλέωνος, συν- | |
| 5 | ευαρεστέοντος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Πά- |
| τρωνος τοῦ Ἀριστοβούλου, τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι σῶμα ἀνδρεῖον παιδάριον ὧι ὄνο- | |
| μα Φίλιστος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, | |
| καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτήρ· | |
| 10 | Δάμων Μένητος. εἰ δέ τις ἐφάπτοιτο Φιλίστου |
| ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων | |
| τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ | |
| βεβαιωτὴρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρι- | |
| ος ἔστω συλέων Φίλιστον ἐπ’ ἐλευθερίαι, | |
| 15 | ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας |
| καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεις τοῦ Ἀπόλ- | |
| λωνος Λαϊάδας, Ἐμμενίδας· ἰδιῶται Ξενό- | |
| κριτος Καλλίστρατος, Κλέων, Σωτήριχος | |
| καὶ Ἡρακλείδας οἱ Προθύμου, καὶ οἵδε [Ἀμ]φισεῖς | |
| 20 | Ἀγακλῆς, Τιμάνωρ. |