[ ]
Phokis — Delphi — 50 BC
1 | ἄρχοντος Διονυσίου, μηνὸς Ἐνδυσ- |
ποιτροπίου, βουλευόντων Πάτρωνος, | |
Ἁγίωνος, Φιλιστίωνος, Πάτρωνος, ἀπέ- | |
δοντο Νικίας καὶ Δαμὼ οἱ Κλέωνος, συν- | |
5 | ευαρεστέοντος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Πά- |
τρωνος τοῦ Ἀριστοβούλου, τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σῶμα ἀνδρεῖον παιδάριον ὧι ὄνο- | |
μα Φίλιστος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, | |
καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτήρ· | |
10 | Δάμων Μένητος. εἰ δέ τις ἐφάπτοιτο Φιλίστου |
ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων | |
τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ | |
βεβαιωτὴρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρι- | |
ος ἔστω συλέων Φίλιστον ἐπ’ ἐλευθερίαι, | |
15 | ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας |
καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεις τοῦ Ἀπόλ- | |
λωνος Λαϊάδας, Ἐμμενίδας· ἰδιῶται Ξενό- | |
κριτος Καλλίστρατος, Κλέων, Σωτήριχος | |
καὶ Ἡρακλείδας οἱ Προθύμου, καὶ οἵδε [Ἀμ]φισεῖς | |
20 | Ἀγακλῆς, Τιμάνωρ. |