[ ] Phokis — Delphi — 50 BC
1 ἄρχοντος Διονυσίου, μηνὸς Ἐνδυσ-
ποιτροπίου, βουλευόντων Πάτρωνος,
Ἁγίωνος, Φιλιστίωνος, Πάτρωνος, ἀπέ-
δοντο Νικίας καὶ Δαμὼ οἱ Κλέωνος, συν-
5 ευαρεστέοντος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Πά-
τρωνος τοῦ Ἀριστοβούλου, τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα ἀνδρεῖον παιδάριον ὧι ὄνο-
μα Φίλιστος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν,
καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτήρ·
10 Δάμων Μένητος. εἰ δέ τις ἐφάπτοιτο Φιλίστου
ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων
τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ
βεβαιωτὴρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρι-
ος ἔστω συλέων Φίλιστον ἐπ’ ἐλευθερίαι,
15 ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας
καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεις τοῦ Ἀπόλ-
λωνος Λαϊάδας, Ἐμμενίδας· ἰδιῶται Ξενό-
κριτος Καλλίστρατος, Κλέων, Σωτήριχος
καὶ Ἡρακλείδας οἱ Προθύμου, καὶ οἵδε [Ἀμ]φισεῖς
20 Ἀγακλῆς, Τιμάνωρ.
Search Help
Contact Us