[ ]
Phokis — Delphi — 50 BC
| 1 | ἄρχοντος Διονυσίου μηνὸς Ἐνδυσποι- |
| τροπίου, βουλευόντων Πάτρωνος, Ἁγίωνος, | |
| Φιλιστίωνος, Πάτρωνος, ἀπέδοτο Θεοδώρα | |
| Ἀρχία, συνευαρεστεούσας καὶ τᾶς θυγατρὸς | |
| 5 | αὐτᾶς Μεγίστας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι |
| σῶμα γυναικεῖον ἇι ὄνομα Ἀπολλωνία. παρα- | |
| μεινάτω δὲ Ἀπολλωνία Θεοδώραι ἕως κα ζῆι | |
| ποιοῦσα πᾶν τὸ ἐπιτασσόμενον τὸ δυνατόν. εἰ | |
| δὲ μὴ ποέοι, ἐξουσίαν ἐχέτω Θεοδώρα ἐπιτι- | |
| 10 | μέουσα τρόπωι ὧι κα θέληι. εἰ δὲ θέλοι προαπελθεῖν |
| Ἀπολλωνία, δότω Θεοδώραι ἀργυρίου μνᾶς τρεῖς | |
| καὶ ἀπολελυμένα ἔστω τᾶς παραμονᾶς. βεβαιω- | |
| τήρ· Δάμων Μένητος. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κα[ταδουλισμῶι], | |
| βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀπο- | |
| 15 | δομένα καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν |
| κύριος ἔστω συλέων Ἀπολλωνίαν ἐπ’ ἐλευθερίαι | |
| ἀζάμιος ὢν καὶ ἀνυπόδικος. μάρτυροι· οἵ τε ἱερεῖς | |
| τοῦ Ἀπόλλωνος Λαιάδας, Ἐμμενίδας· | |
| Ξενόκριτος, Ἐράτων. |