SGDI II 2199
[ ] Phokis — Delphi — 50 BC
1 ἄρχοντος Διονυσίου μηνὸς Ἐνδυσποι-
τροπίου, βουλευόντων Πάτρωνος, Ἁγίωνος,
Φιλιστίωνος, Πάτρωνος, ἀπέδοτο Θεοδώρα
Ἀρχία, συνευαρεστεούσας καὶ τᾶς θυγατρὸς
5 αὐτᾶς Μεγίστας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Ἀπολλωνία. παρα-
μεινάτω δὲ Ἀπολλωνία Θεοδώραι ἕως κα ζῆι
ποιοῦσα πᾶν τὸ ἐπιτασσόμενον τὸ δυνατόν. εἰ
δὲ μὴ ποέοι, ἐξουσίαν ἐχέτω Θεοδώρα ἐπιτι-
10 μέουσα τρόπωι ὧι κα θέληι. εἰ δὲ θέλοι προαπελθεῖν
Ἀπολλωνία, δότω Θεοδώραι ἀργυρίου μνᾶς τρεῖς
καὶ ἀπολελυμένα ἔστω τᾶς παραμονᾶς. βεβαιω-
τήρ· Δάμων Μένητος. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κα[ταδουλισμῶι],
βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀπο-
15 δομένα καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν
κύριος ἔστω συλέων Ἀπολλωνίαν ἐπ’ ἐλευθερίαι
ἀζάμιος ὢν καὶ ἀνυπόδικος. μάρτυροι· οἵ τε ἱερεῖς
τοῦ Ἀπόλλωνος Λαιάδας, Ἐμμενίδας·
Ξενόκριτος, Ἐράτων.
Search Help
Contact Us