[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Πύῤῥου, μηνὸς Βοαθοίου, βουλευόντων τὰν πρώταν
ἑξάμηνον Κλέωνος τοῦ Πασίωνος, Μικκύλου τοῦ Εὐδόκου, γραμ-
ματεύοντος δὲ Θευτίμου τοῦ Δίωνος, ἀπέδοτο Φιλαίτωλος Αἰακί-
δα, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Κλεοδάμου, τῶι Ἀπόλλωνι τῶι
5 Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λέαινα τὸ γένος οἰκογενῆ,
τιμᾶς ἀργυρίου τριῶν ἡμιμναίων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, κα-
θὼς ἐπίστευσε Λέαινα τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιοῦσα ὅ κα θέληι καὶ
ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος·
10 Ἀναξανδρίδας Αἰακίδα. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Λεαί-
νας, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Φιλαί-
τωλος καὶ Κλεόδαμος καὶ ὁ βεβαιωτὴρ Ἀναξανδρίδας. εἰ δὲ μὴ παρέχοιν
βέβαιον τὰν ὠνὰν τῶ θεῶι, πράκτιμοι ἔστων Μειδίαι μνᾶν τριῶν. ὁ-
μοίως δὲ καὶ οἱ παρατυχόντες κύριοι ἐόντω συλέοντες Λέαιναν ὡς ἐ-
15 λευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ
ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, Ἄθαμβος
Ἁβρομάχου καὶ ὁ νεωκόρος Ἀτεισίδας καὶ οἱ βουλευταὶ Μικκύλος, Κλέ-
ων καὶ ὁ γραμματεὺς Θεότιμος καὶ ἰδιῶται Φιλόνικος Μενεδά-
μου, Δίων Ἐπισθένεος, Ἀρίσταρχος Ζωπύρου, Κλεοξενίδας Ἀθανί-
20 ωνος, Σωτύλος Ἡράκωνος, Ἀντιγένης Προστατείρου, Ἀρίστων Ἀ-
γαθοκλέος, Βαβύλος Ἀνδρομένεος.
Search Help
Contact Us