[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Πύῤῥου, μηνὸς Βοαθοίου, βουλευόντων τὰν πρώταν |
ἑξάμηνον Κλέωνος τοῦ Πασίωνος, Μικκύλου τοῦ Εὐδόκου, γραμ- | |
ματεύοντος δὲ Θευτίμου τοῦ Δίωνος, ἀπέδοτο Φιλαίτωλος Αἰακί- | |
δα, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Κλεοδάμου, τῶι Ἀπόλλωνι τῶι | |
5 | Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λέαινα τὸ γένος οἰκογενῆ, |
τιμᾶς ἀργυρίου τριῶν ἡμιμναίων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, κα- | |
θὼς ἐπίστευσε Λέαινα τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν | |
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιοῦσα ὅ κα θέληι καὶ | |
ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· | |
10 | Ἀναξανδρίδας Αἰακίδα. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Λεαί- |
νας, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Φιλαί- | |
τωλος καὶ Κλεόδαμος καὶ ὁ βεβαιωτὴρ Ἀναξανδρίδας. εἰ δὲ μὴ παρέχοιν | |
βέβαιον τὰν ὠνὰν τῶ θεῶι, πράκτιμοι ἔστων Μειδίαι μνᾶν τριῶν. ὁ- | |
μοίως δὲ καὶ οἱ παρατυχόντες κύριοι ἐόντω συλέοντες Λέαιναν ὡς ἐ- | |
15 | λευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ |
ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, Ἄθαμβος | |
Ἁβρομάχου καὶ ὁ νεωκόρος Ἀτεισίδας καὶ οἱ βουλευταὶ Μικκύλος, Κλέ- | |
ων καὶ ὁ γραμματεὺς Θεότιμος καὶ ἰδιῶται Φιλόνικος Μενεδά- | |
μου, Δίων Ἐπισθένεος, Ἀρίσταρχος Ζωπύρου, Κλεοξενίδας Ἀθανί- | |
20 | ωνος, Σωτύλος Ἡράκωνος, Ἀντιγένης Προστατείρου, Ἀρίστων Ἀ- |
γαθοκλέος, Βαβύλος Ἀνδρομένεος. |