[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δαμοστράτου, [μην]ὸς
Θευξενίου, βουλευόντων τὰν δευτέραν ἑξά-
μηνον Ἀθάμβου τοῦ Ἁβρομάχου, Γλαύκου τοῦ Ξένω-
νος, γραμματεύοντος Σωξένου τοῦ Ἐχεφύλου, ἐπὶ τοῖσδε
5 ἀπέδοτο Φίλιστος, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐ-
τοῦ Εὐαγγ[έλου], τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ-
ον ὧι ὄν[ομα] Πυῤῥίας, τὸ γένος Βαστάρνας ἐπ’ ἐλευθερίαι,
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ τὰν τιμὰν ἔχει πᾶσαν, κα-
θὼς ἐπίστευσε Πυῤῥίας τῶι θεῶι τὰν ὠνάν ἐφ’ ὧιτε ἐλεύθε-
10 ρος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέων
ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ
τοὺς νόμους τᾶς πόλιος· Καλλιάδης Καλλιδάμου. εἰ δέ
τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόν-
των τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Φίλιστος καὶ ὁ βε-
15 βαιωτὴρ Καλλιάδης. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θε-
ῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος·
ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων
συλέοντες Πυῤῥίαν ὡς ἐλεύθερον ἐόντα, ἀζάμιοι ἐόν-
τες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι·
20 τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρ-
χοντες Ἄθαμβος, Γλαῦκος, Σώξενος καὶ ἰδιῶται Ναυ-
κράτης, Ἄσμων, Ταραντῖνος, Πρόθυμος, Τιμόκριτος.
Search Help