[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δαμοστράτου, [μην]ὸς |
| Θευξενίου, βουλευόντων τὰν δευτέραν ἑξά- | |
| μηνον Ἀθάμβου τοῦ Ἁβρομάχου, Γλαύκου τοῦ Ξένω- | |
| νος, γραμματεύοντος Σωξένου τοῦ Ἐχεφύλου, ἐπὶ τοῖσδε | |
| 5 | ἀπέδοτο Φίλιστος, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐ- |
| τοῦ Εὐαγγ[έλου], τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ- | |
| ον ὧι ὄν[ομα] Πυῤῥίας, τὸ γένος Βαστάρνας ἐπ’ ἐλευθερίαι, | |
| τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ τὰν τιμὰν ἔχει πᾶσαν, κα- | |
| θὼς ἐπίστευσε Πυῤῥίας τῶι θεῶι τὰν ὠνάν ἐφ’ ὧιτε ἐλεύθε- | |
| 10 | ρος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέων |
| ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ | |
| τοὺς νόμους τᾶς πόλιος· Καλλιάδης Καλλιδάμου. εἰ δέ | |
| τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόν- | |
| των τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Φίλιστος καὶ ὁ βε- | |
| 15 | βαιωτὴρ Καλλιάδης. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θε- |
| ῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· | |
| ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων | |
| συλέοντες Πυῤῥίαν ὡς ἐλεύθερον ἐόντα, ἀζάμιοι ἐόν- | |
| τες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· | |
| 20 | τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρ- |
| χοντες Ἄθαμβος, Γλαῦκος, Σώξενος καὶ ἰδιῶται Ναυ- | |
| κράτης, Ἄσμων, Ταραντῖνος, Πρόθυμος, Τιμόκριτος. |