SGDI II 2195
[ ] Phokis — Delphi — 50 BC
1 ἄρχοντος Ταραντίνου, μη-
νὸς Θεοξενίου, βουλευόντων
Φιλαιτώλου, Δάμωνος, Κλεοδάμου,
Δάμωνος, ἐπὶ τοῖσδε ἀπέδοντο
5 Εὐάγγελος καὶ Φιλώ, συνευαρε-
στέοντος καὶ τοῦ υἱοῦ αὐτῶν
Μεγάρτα, τῶι Ἀπόλλωνι τῶι Πυ-
θίωι σῶμα γυναικεῖον ἇι ὄνομα
Βώτα, τιμᾶς ἀργυρίου μνᾶν τεσ-
10 σάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶ-
σαν. βεβαιωτὴρ κατὰ τοὺς νόμο-
υς τᾶς πόλιος· Εὐκλείδας Αἰακί-
δα, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν
Βώταν καὶ ἀνέφαπτον ἀπὸ πάν-
15 των, ποιοῦσαν ὅ κα θέληι. εἰ δέ
τις ἐφάπτοιτο Βώτας ἐπὶ κατα-
δουλισμῶι, κύριος ἔστω ὁ παρα-
τυχὼν συλέων Βῶταν ὡς ἐλευ-
θέραν οὖσαν, ἀζάμιος ὢν πάσας
20 δίκας καὶ ζαμίας καὶ ὁ βεβαιωτὴρ
βεβαιούτω, καὶ οἱ ἀποδόμενοι
βέβαιον παρεχόντω τῶι θεῶι
τὰν ὠνάν. μάρτυροι· οἱ ἱαρεῖς Ἐμ-
μενίδας, Λαιάδας, ἰδιῶται Πάτρων,
25 Ὀρθαῖος, Σάτυρος.
Search Help
Contact Us