[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ἁγίωνος τοῦ Ἐχεφύλου, |
μηνὸς Ἀμαλίου, βουλευόντων τὰν | |
δευτέραν ἑξάμηνον Κλέωνος τοῦ Ἥ- | |
ρυος, Ἀζαράτου τοῦ Ἀντιχάρεος, γραμ- | |
5 | ματεύοντος δὲ Ταραντίνου τοῦ Μνα- |
σιθέου, ἐπὶ τοῖσδε ἀπέδοντο Πραξί- | |
ας, Εὔδοκος, Δαμαίνετος οἱ Θρασυ- | |
κλέος, συνευδοκεούσας καὶ τᾶς μα- | |
τρὸς αὐτῶν Ξενοφανέας, τῶι Ἀπόλ- | |
10 | λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, |
ἇι ὄνομα Δαρδάνα τὸ γένος Δαρδά- | |
ναν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, | |
καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν· βεβαιω- | |
τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ξε- | |
15 | νόκριτος Στησιμένεος, ἐφ’ ὅτωι ἐλευ- |
θέραν εἶμεν Δαρδάναν καὶ ἀνέφα- | |
πτον ἀπὸ πάντων, ποιοῦσαν ὅ κα θέλη | |
καὶ ἀποτρέχουσαν οἷς κα θέλη. εἰ δέ | |
τις ἐφάπτοιτο Δαρδάνας ἐπὶ κατα- | |
20 | δουλισμῶι, κύριος ἔστω ὁ παρατυ- |
χὼν συλέων Δαρδάναν, ὡς ἐλευθέ- | |
ραν οὖσαν ἀζάμιος ὢν πάσας δί- | |
κας καὶ ζαμίας, καὶ ὁ βεβαιωτὴρ βε- | |
βαιούτω καὶ οἱ ἀποδόμενοι βέβαιον | |
25 | παρεχόντω τῶι θεῶι τὰν ὠνάν. μάρ- |
τυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμ- | |
βος Ἁβρομάχου καὶ οἱ ἄρχοντες | |
Κλέων, Ταραντῖνος καὶ ἰδιῶται | |
Πατρέας Ἀνδρονίκου, Βαβύλος | |
30 | Ἀνδρομένεος, Ἕβρος, Ἡρακλέ- |
ων, Φίλιστος, Ξενόκριτος Στη- | |
σιμένεος, Καλλίας Δίωνος. |