[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ἁγίωνος τοῦ Ἐχεφύλου,
μηνὸς Ἀμαλίου, βουλευόντων τὰν
δευτέραν ἑξάμηνον Κλέωνος τοῦ Ἥ-
ρυος, Ἀζαράτου τοῦ Ἀντιχάρεος, γραμ-
5 ματεύοντος δὲ Ταραντίνου τοῦ Μνα-
σιθέου, ἐπὶ τοῖσδε ἀπέδοντο Πραξί-
ας, Εὔδοκος, Δαμαίνετος οἱ Θρασυ-
κλέος, συνευδοκεούσας καὶ τᾶς μα-
τρὸς αὐτῶν Ξενοφανέας, τῶι Ἀπόλ-
10 λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον,
ἇι ὄνομα Δαρδάνα τὸ γένος Δαρδά-
ναν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν,
καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν· βεβαιω-
τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ξε-
15 νόκριτος Στησιμένεος, ἐφ’ ὅτωι ἐλευ-
θέραν εἶμεν Δαρδάναν καὶ ἀνέφα-
πτον ἀπὸ πάντων, ποιοῦσαν ὅ κα θέλη
καὶ ἀποτρέχουσαν οἷς κα θέλη. εἰ δέ
τις ἐφάπτοιτο Δαρδάνας ἐπὶ κατα-
20 δουλισμῶι, κύριος ἔστω ὁ παρατυ-
χὼν συλέων Δαρδάναν, ὡς ἐλευθέ-
ραν οὖσαν ἀζάμιος ὢν πάσας δί-
κας καὶ ζαμίας, καὶ ὁ βεβαιωτὴρ βε-
βαιούτω καὶ οἱ ἀποδόμενοι βέβαιον
25 παρεχόντω τῶι θεῶι τὰν ὠνάν. μάρ-
τυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμ-
βος Ἁβρομάχου καὶ οἱ ἄρχοντες
Κλέων, Ταραντῖνος καὶ ἰδιῶται
Πατρέας Ἀνδρονίκου, Βαβύλος
30 Ἀνδρομένεος, Ἕβρος, Ἡρακλέ-
ων, Φίλιστος, Ξενόκριτος Στη-
σιμένεος, Καλλίας Δίωνος.
Search Help
Contact Us