[ ]
Phokis — Delphi — 50 BC
1 | ἄρχοντος Πεισιστράτου μηνὸς Ἰλαίου, βουλευόντων Διοδώρου, |
Ἁγίωνος, Ἀγησιλάου, Φίλωνος, ἀπέδοτο Ἰράνα Νικία, συνευαρεστέον- | |
τος καὶ τοῦ ἀδελφοῦ αὐτᾶς Φιλονίκου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἐπ’ ἐλευθε- | |
ρίαι σώματα τρία οἷς ὀν<ό>ματα Σωσικράτεα, Σπινθήρ, Κέρδων, τειμᾶς [ἀργυρίου] | |
5 | μνᾶν δεκατριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατ[ὰ τ]οὺς νόμους τᾶς πόλιος· |
Φιλόνικος Νικία. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Σωσικρατέας ἢ Σπινθῆρος ἢ Κέρ- | |
δωνος, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ἰράνα καὶ ὁ βεβαιωτὴρ Φιλόνικος. | |
ἐξουσίαν δὲ ἐχέτω ὁ παρατυχὼν συλέων Σωσικράτεαν, Σπινθῆρα, Κέρδωνα ἐπ’ ἐλευθερίαι, | |
ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἐμμενίδας, | |
10 | Λαιάδας, ἰδιῶται Καλλίστρατος, Δημήτριος, Ἡρακλείδας. |