[ ] Phokis — Delphi — 50 BC
1 ἄρχοντος Πεισιστράτου, μηνὸς Ἰλαίου, βου-
λευόντων Διοδώρου, Ἁγίωνος, Φίλωνος, Ἀγησιλάου,
ἀπέδοτο Ἰράνα Νικία σῶμα γυναικεῖον ἇι ὄνομα
Πρέπουσα τὸ γένος οἰκογενῆ. παραμεινάτω δὲ
5 Πρέπουσα Ἰράναι ἕως κα ζῆι ποιοῦσα πᾶν τὸ ἐπι
τασσόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ ποέοι,
ἐξουσίαν ἐχέτω ἐπιτιμέουσα τρόπωι ὧι κα θέληι.
εἰ δὲ θέλοι προαπελθεῖν, δότω Πρέπουσα
*)IRA/NAI A)RGURI/OU MNA=S PE/NTE KAI\ A)POLELUME/-
10 να ἔστω τᾶς παραμονᾶς. βεβαιωτὴρ κατὰ τοὺς
νόμους τᾶς πόλιος· Φιλόνικος Νικία. εἰ
δέ τις ἐφάπτοι<το> ἐπὶ καταδουλισμῶι, βέ-
βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν {ὠ-
νὰν} ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ.
15 ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος
ἔστω συλέων Πρέπουσαν ἀζάμιος
ὢν καὶ ἀνυπόδικος. μάρτυροι· οἱ ἱε-
ρεῖς τοῦ Ἀπόλλωνος Ἐμμενίδας ․․․․-
․․․․․․
20 Βαβύλος
․․․․․
Search Help
Contact Us