[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ὑβρία μηνὸς Ποιτροπίου, ἀπέδοτο Ἀριστίων Κρ[άτω]- |
νος Χαιρωναιεὺς τῶι Ἀπόλλωνι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἑρμαῖ- | |
ος, τιμᾶς ἀργυρίου μνᾶν ἕξ καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
καθὼς ἐπίστευσε Ἑρμαῖος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος | |
5 | εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέ- |
ων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κα- | |
τὰ τὸν νόμον τᾶς πόλιος· Ὑβρίας Ξένωνος. εἰ δέ τις | |
ἐφάπτοιτο Ἑρμαίου ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ πα- | |
ρατυχὼν συλέων ὡς ἐλεύθερον ὄντα, ἀζάμιος ὢν καὶ ἀνυ- | |
10 | πόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ- |
λωνος Ἄρχων, Ἄθαμβος, καὶ οἱ ἄρχοντες Ἡρακλείδας, Ξεναί- | |
νετος, καὶ ὁ γραμματεὺς Καλλικράτης ἰδιῶται Καλλίας Ἐπι- | |
νίκου, Πυῤῥίας, Καλλείδας, Πάτρων Ἰατάδα, Ἡράκων Γενναίου, Ξέ- | |
νων Πολύωνος. |