[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ὑβρία μηνὸς Ποιτροπίου, ἀπέδοτο Ἀριστίων Κρ[άτω]-
νος Χαιρωναιεὺς τῶι Ἀπόλλωνι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἑρμαῖ-
ος, τιμᾶς ἀργυρίου μνᾶν ἕξ καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
καθὼς ἐπίστευσε Ἑρμαῖος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος
5 εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέ-
ων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κα-
τὰ τὸν νόμον τᾶς πόλιος· Ὑβρίας Ξένωνος. εἰ δέ τις
ἐφάπτοιτο Ἑρμαίου ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ πα-
ρατυχὼν συλέων ὡς ἐλεύθερον ὄντα, ἀζάμιος ὢν καὶ ἀνυ-
10 πόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Ἄρχων, Ἄθαμβος, καὶ οἱ ἄρχοντες Ἡρακλείδας, Ξεναί-
νετος, καὶ ὁ γραμματεὺς Καλλικράτης ἰδιῶται Καλλίας Ἐπι-
νίκου, Πυῤῥίας, Καλλείδας, Πάτρων Ἰατάδα, Ἡράκων Γενναίου, Ξέ-
νων Πολύωνος.
Search Help