[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δαμοσθένεος μηνὸς Βοαθόου, βουλευόντων τὰν πρώ-
ταν ἑξάμηνον Τιμοκλέος τοῦ Θρασέα, Φιλαιτώλου τοῦ Φαίνι-
ος, γραμματεύοντος Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἀπέδοτο
Ἀνδρόνικος Φρικίδα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
5 ἀνδρεῖον ὧι ὄνομα Δίσσκος τὸ γένος Αἰγύπτιον, τιμᾶς ἀργυ-
ρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί-
στευσε Δίσκος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶ-
μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέων
ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτῆρες κατὰ
10 τὸν νόμον τᾶς πόλιος· Τιμοκλῆς Πολύωνος, Ξενόκριτος Στη-
σιμένεος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Δίσκου, βέβαι-
ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀνδρόνι-
κος καὶ οἱ βεβαιωτῆρες Τιμοκλῆς καὶ Ξενόκριτος. εἰ δὲ μὴ παρέχοιν βέ-
βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος.
15 ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Δί-
σκον ἐπ’ ἐλευθερίαι ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδι-
κοι πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Δίσκος παρὰ Ἀνδρό-
νικον, ἄχρι οὗ κα ζώηι Ἀνδρόνικος, ποιέων τὸ ποτιτασσόμενον πᾶν
τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι τὸ ποτιτασ-
20 σόμενον, κύριοις ἔστω ἐπιτιμέων Ἀνδρόνικος τρόπωι ὧι κα
αὐτὸς θέληι, πλὰν μὴ πωλέων. ἐπεὶ δέ κά τι ἀνθρώπινον γένη[ται]
περὶ Ἀνδρόνικον, ἐλεύθερος ἔστω Δίσσκος
καθὼς ἐπάνω γέγραπται.
μάρτυροι· ὁ ἱερ[εὺς]
25 Ἄρχων Καλλία καὶ Τιμο-
κλῆς ὁ ἄρχων καὶ οἱ ἰδιῶται
Μένης, Δρομοκλείδας, Νικό-
μαχος Δεξίππου, Τιμόκρι-
τος, Δρόμων, Εὐκλείδας
30 Καλλείδα.
Search Help
Contact Us