[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Δαμοστράτου μηνὸς Ποιτρο-
πίου, βουλευόντων τὰν πρώταν ἑξάμη-
νον Ἡρακλείδα τοῦ Καλλία, Σωστράτου
[τοῦ] Σωτύλου, γραμματεύοντος Πυῤῥία τοῦ Ἀρ-
5 [χελ]άου, ἐπὶ τοῖσδε ἀπέδοντο οἱ προστάται
[τῶν] δαμιοργῶν Ἰατάδας καὶ Βούλων τῶι Ἀπόλ-
[λων]ι τῶι Πυθίωι σῶμα ἀνδρεῖον, ὧι ὄνομα Πυῤῥίας
[τὸ γ]ένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ
[ἡμιμναί]ου, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευ-
10 σε Πυῤῥίας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον,
ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βε-
βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Δρομοκλείδας Ἁγ-
ίωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Πυῤ-
15 ῥία, βέβ[αι]ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι
προστάται Ἰατάδας καὶ Βούλων καὶ ὁ βεβαιωτὴρ Δρομο-
κλείδας. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν
ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁ-
μοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέον-
20 τες Πυῤῥίαν ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπό-
δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἡρακλείδας
Καλλία, Σώστρατος Σωτύλου, Πυῤῥίας Ἀρχελάου καὶ οἱ ἰδιῶ-
ται Ἀμφίστρατος, Ἀρχέλαος, Μένης, Ἄρχων, Ἀλκῖνος.
Search Help