[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος Δαμοστράτου μηνὸς Ποιτρο- |
πίου, βουλευόντων τὰν πρώταν ἑξάμη- | |
νον Ἡρακλείδα τοῦ Καλλία, Σωστράτου | |
[τοῦ] Σωτύλου, γραμματεύοντος Πυῤῥία τοῦ Ἀρ- | |
5 | [χελ]άου, ἐπὶ τοῖσδε ἀπέδοντο οἱ προστάται |
[τῶν] δαμιοργῶν Ἰατάδας καὶ Βούλων τῶι Ἀπόλ- | |
[λων]ι τῶι Πυθίωι σῶμα ἀνδρεῖον, ὧι ὄνομα Πυῤῥίας | |
[τὸ γ]ένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ | |
[ἡμιμναί]ου, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευ- | |
10 | σε Πυῤῥίας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος |
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, | |
ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βε- | |
βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Δρομοκλείδας Ἁγ- | |
ίωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Πυῤ- | |
15 | ῥία, βέβ[αι]ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι |
προστάται Ἰατάδας καὶ Βούλων καὶ ὁ βεβαιωτὴρ Δρομο- | |
κλείδας. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν | |
ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁ- | |
μοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέον- | |
20 | τες Πυῤῥίαν ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπό- |
δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἡρακλείδας | |
Καλλία, Σώστρατος Σωτύλου, Πυῤῥίας Ἀρχελάου καὶ οἱ ἰδιῶ- | |
ται Ἀμφίστρατος, Ἀρχέλαος, Μένης, Ἄρχων, Ἀλκῖνος. |