[ ] Phokis — Delphi — 50-1 BC
1 ἄρχ<ο>ντος Εὐ[κλεί]δα τοῦ Ἡρακλείδα, μηνὸς
Ἀπελλαίου, βουλευόντων Ἀντιγένεος
τοῦ Ἀρχία, Μένητος τοῦ Δάμωνος, ἀπέδον-
το Νικόστρατος Ἄρχωνος καὶ Δαντὼ
5 {τᾶς} Εὐδώρου, συνευαρεστεούσας
καὶ τᾶς θυγατρὸς τοῦ υἱοῦ αὐτῶν Ἄρχω-
νος Δαντοῦς, ἐπ’ ἐλευθερία τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι σῶμα γυναικεῖον. ἇ ὄνομα Φι-
λουμένα, τιμᾶς ἀργυρίου μνᾶν ἐννέα,
10 καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιω-
τὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Μελισσίων
Διονυσίου, καθὼς ἐπίσστευσε Φιλουμένα
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧτε ἐλεύθεραν εἶ-
μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν-
15 τα χρόν<ον>. εἰ δέ τις ἐφάπτοιτο Φιλουμένας
ἐπὶ καταδουλισμῶ, βέβ<α>ιον παρεχόντων
τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ
ὁ βεβαιωτήρ. κύριος δὲ ἔστω {ι} καὶ <ἄ>λλος συ-
λέων Φιλουμέναν ὡς ἐλευθέραν οὖσαν
20 ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας
καὶ ζαμίας. μάρτυροι· οἵ τε ἱερεῖς τοῦ Ἀπόλ-
λωνος τοῦ Πυθίου Καλλίστρατος Αἰακίδα,
Ἁβρόμαχος Ξεναγόρα καὶ ἰδιῶται Διόδω-
ρος Δωροθέου, Βαβύλος Λαιάδα, Δωρόθε-
25 ος Διοδώρου, Νίκανδρος, Φιλισστίων.
Search Help
Contact Us