[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Ποιτροπίου, βουλευόντων |
τὰν πρώταν ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος, Τιμοκλέος τοῦ | |
Θρασέα, γραμματεύοντος Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἐπὶ τοῖσ- | |
δε ἀπέδοτο Πολέμαρχος Πολέμωνος, συνευδοκέοντος | |
5 | καὶ τοῦ υἱοῦ Πολέμωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα |
γυναικεῖον ἇι ὄνομα Πίστις τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου | |
μνᾶν τεττάρων καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς | |
ἐπίστευσε Πίστις τῶι θεῶι τὰν ὠνάν ἐφ’ ὧιτε ἐλευθέρα εἶ- | |
μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα ὅ κα | |
10 | θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον |
τᾶς πόλιος· Ξεναίνετος Σωσινίκου. εἰ δέ τις ἅπτοιτο Πίστιος | |
ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν | |
ὅ τε ἀποδόμενος Πολέμαρχος καὶ ὁ βεβαιωτὴρ Ξεναίνετος. | |
εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόν- | |
15 | των κατὰ τὸν νόμον τᾶς πόλιος, ὁμοίως δὲ καὶ οἱ παρα- |
τυγχάνοντες κύριοι ἐόντων συλέοντες Πί<σ>τιν(!) ὡς ἐλευ- | |
θέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πασας δί- | |
κας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρ- | |
χων καὶ οἱ ἄρχοντες Φιλαίτωλος, Τιμοκλῆς, Ἀνα- | |
20 | ξανδρίδας, καὶ ἰδιῶται Τιμόκριτος, Κλέων Δι- |
ονυσίου, Μένης Πισι<σ>τράτου(!), Δίων Φιλιστίω- | |
νος. |