[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δαμοστράτου, μη-
νὸς Ἰλαίου, βουλευόντων τὰν δευ-
τέραν ἑξάμηνον Ἀθάμβου τοῦ Ἁβρομάχου,
Γλαύκου τοῦ Ξένωνος, γραμματεύοντος Σω-
5 ξένου τοῦ Ἐκεφύλου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀντίφιλος,
συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτοῦ Βάττου, τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωτηρὶς τὸ γένος Θρᾶισαν
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐ-
πίστευσε Σωτηρὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα
10 εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα
ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νό-
μον τᾶς πόλιος· Γοργίλος Φαίνιος. εἰ δέ τις ἅπτοιτο Σωτηρίδος ἐπὶ κα-
ταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο-
δόμενος Ἀντίφιλος καὶ ὁ βεβαιωτὴρ Γοργίλος. εἰ δὲ μὴ παρέχοιν βέ-
15 βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πό-
λιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
Σωτηρὶν ὡς ἐλεύθεραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πά-
σας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Σωτηρὶς παρὰ Ἀντίφιλον ἄχρι οὗ κα
ζώηι Ἀντίφιλος ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλή-
20 τως. εἰ δὲ μὴ ποιέοι ἢ μὴ παραμένοι Σωτηρὶς παρὰ Αντίφιλον, κύριος ἔστω
επιτιμέων Ἀντίφιλος καὶ ἄλλος ὑπὲρ Ἀντίφιλον τρόπωι ὧι κα αὐτὸς θέ-
ληι, πλὰν μὴ πωλέων. ἐπεὶ δέ κά τι πάθηι ἀνθρώπινον Ἀντίφιλος ποτα-
ποδότω Σωτηρὶς Βάττωι ἀργυρίου μνᾶν, καὶ ἐλευθέρα ἔστω Σωτηρίς,
καθὼς ἐπάνω γέγραπται. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀν-
25 δρόνικος, Πραξίας καὶ οἱ ἄρχοντες Γλαῦκος, Σώξενος, καὶ ἰδιῶται Τιμό-
κριτος, Μένης, Εὐκλείδας.
Search Help