SGDI II 2185
[ ] Phokis — Delphi
1 ἄρχοντος Ξεναγόρα τοῦ Ἁβρομάχου, μηνὸς
Βουκατίου, βουλευόντων Διονυσίου τοῦ Ἀστο-
ξένου, Γοργίλου τοῦ Ἀντιφίλου, ἀπέδοτο Ζωΐλος
Ζωΐλου τῶι Ἀπόλλωνι τῶι Πυθίωι, συνευαρεστε-
5 όντων καὶ τῶν τέκνων Μελίσσου καὶ Θεοτίμας, σώ-
ματα γυναικεῖα αἷς ὀνόματα Βερενίκα καὶ Ἀπολλωνί-
α, τιμᾶς ἀργυρίου μνᾶν δύο καὶ ἡμίσου, καὶ τὰν τιμὰν ἀ-
πέχει πᾶσαν, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνὰν
Βερενίκα καὶ Ἀπολλωνία, ἐφ’ ὧιτε ἐλευθέρας εἶμεν καὶ
10 ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ
κατὰ τοὺς νόμους τᾶς πόλιος· Λαιάδας Μελισσίωνος.
εἰ δέ τις ἐφάπτοιτο Βερενίκας καὶ Ἀπολλωνίας ἐπὶ κατα-
δουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν
ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ πα-
15 ρατυχὼν κύριος ἔστω συλέων Ἀπολλωνίαν καὶ
Βερενίκαν ὡς ἐλευθέρας οὔσας, ἀζάμιος ὢν καὶ
ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες·
οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Πολέμαρχος Δάμω-
νος, Διόδωρος Φιλονίκου, καὶ ἰδιῶται Δάμων καὶ
20 Πάσων οἱ Πολεμάρχου, Καλλίστρατος Νικάνδρου,
Ξεναγόρας Ἁβρομάχου, Φιλαίτωλος Θεοξένου.
Search Help
Contact Us