[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δαμοσθένεος μηνὸς Ποιτροπίου τοῦ πρώτου, βου-
λευόντων τὰν πρώταν ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος,
Τιμοκλεός τοῦ Θρασέα, γραμματεύοντος Ἀναξανδρίδα τοῦ Αἰ-
ακίδα, ἀπέδοτο Ἵππων Ἀθανίωνος Δελφὸς τῶι Ἀπόλλωνι σῶ-
5 μα ἀνδρεῖον ὧι ὄνομα Λίβανος τὸ γένος Σύρον, τιμᾶς ἀργυρίου
μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Λίβανος τὰν ὠνὰν τῶι θεῶι,
ὥσστε ἐλεύθερον καὶ ἀνέφαπτον εἶμεν τὸν πάντα χρόνον. βε-
βαιωτήρ· Εὔδοκος Πραξία Δελφός, κατὰ τοὺς νόμους τᾶς πόλι-
ος. εἰ δέ τις καταδουλίζοιτο Λίβανον, κύριος ἔστω αὐσω-
10 τὸν συλέων καὶ ἄλλος ὁ θέλων, καὶ ὁ βεβαιωτὴρ βεβαιού-
τω. μάρτυροι· Λύσων Ἵππωνος, Θρασυκλῆς Πραξία, Τιμό-
κριτος, καὶ ὁ ἱερεὺς Ἄρχων Καλλία καὶ ὁ ναοκόρος Μένης
καὶ οἱ ἄρχοντες Φιλαίτωλος, Ἀναξανδρίδας.
Search Help
Contact Us