[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δαμοσθένεος μηνὸς Θευξενίου, βουλευόν-
των τὰν δευτέραν ἑξάμηνον Ἀθάμβου τοῦ Ἁβρομάχου, Ἐμμενίδα
τοῦ Καλλία, γραμματεύοντος Ἀντιγένεος τοῦ Διοδώρου, ἐπὶ
τοῖσδε ἀπέδοτο Πραξίας Εὐδόκου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυ-
5 θίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Χρήσιμος, τὸ γένος Σύρον Βηρύτι-
ον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν γυναῖκα αὐτοῦ Ζωΐδα,
τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων καὶ ἡμιμναί-
ου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν παρ’ ἑκατέρων, καθὼς ἐπίστευσε
Χρήσιμος καὶ Ζωῒς τῶι θεῶι τὰν ὠνάν. βεβαιωτῆρες κατὰ τοὺς
10 νόμους τᾶς πόλιος· Εὔδοκος καὶ Θρασυκλῆς οἱ Πραξια. συνυπη-
[R]E[2I]2TEI/TW[1%4]1 DE\ *XRH/SIMOS *PRACI/AI, O(/ KA
χρηάηται(!). μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων. καὶ οἱ
ἄρχοντες Ἐμμενίδας, Ἄθαμβος, Ἀντιγένης, καὶ ἰδιῶται
Ἁγίων Ἐκεφύλου, Δάμων Ξενοστράτου, Ἀναξανδρίδας, Πά-
15 σων, Φίλαγρος Φίλωνος, Πρώταρχος, Τιμόκριτος.
Search Help
Contact Us