[ ]
Phokis — Delphi — 50-1 BC
1 | ἄρχοντος Δαμοσθένεος, μηνὸς Ποιτροπίου, ἀπέ- |
δοτο Διονύσιος Ἰρανίωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωτηρίδας τὸ γένος οἰ- | |
κογενῆ, τιμᾶς ἀργυρίου μνᾶν δέκατριῶν, καὶ τὰν | |
5 | τιμὰν ἀπέχει πᾶσαν, καθὼς ἐπίστευσε Σωτηρίδας |
τὰν ὠνὰν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, ἐφ’ ὧιτε ἐλεύθε- | |
ρον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα | |
χρόνον, ποιοῦντι ὅ κα θέληι καὶ ἀποτρέχοντι ἇι κα θέ- | |
ληι. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος καὶ κα- | |
10 | τὰ τὸ σύμβολον τὸ ποτὶ Ἀμφισεῖς· Φιλοκράτης Ξένω- |
νος Δελφός, Ἡρακλείδας Εὐτύχου Ἀμφισσεύς. εἰ δέ | |
τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Σωτηρίδα, βέβαι- | |
ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος | |
Διονύσιος καὶ οἱ βεβαιωτῆρες. εἰ δὲ μὴ παρέχοιν | |
15 | βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων |
κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ πα- | |
ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Σωτη- | |
ρίδαν, ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες καὶ | |
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱε- | |
20 | ρεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ ὁ νεωκόρος Μένης, |
καὶ τῶν ἀρχόντων Ἀναξανδρίδας Αἰακίδα, καὶ | |
ἰδιῶται Ἄθαμβος Ἁβρομάχου, Ὀρθαγόρας | |
Ἀρίστωνος, Εὐάγγελος Πάτρωνος, Ἀρχέλαος | |
Δαμοσθένεος, Δημήτριος Θεοδώρου, Δαμότιμος | |
25 | Ἀνδρονίκου, Κλέων Διονυσίου, Κλέων Ἥρυος Δελφοί, |
Μενεκράτης Νικέα Ἀμφισσεύς, Σύμμαχος | |
Λύκωνος Οἰανθεύς. |