[ ] Phokis — Delphi — 50-1 BC
1 ἄρχοντος Εὐκλείδα τοῦ Καλλία μηνὸς Θεοξενίου,
βουλευόντων Ἄρχωνος τοῦ Νικοστράτου, Κάλλωνος
τοῦ Ἀντιγενείδα, Κλεοξενίδα τοῦ Ἀθανίωνος, ἀπέδον-
το Σωτύλος καὶ Ἀριστοκλῆς οἱ Ἡράκωνος τῶι Ἀπόλλω-
5 νι τῶι Πυθίωι σώματα γυναικεῖα μὲν δύο οἷς ὀνόματα
Εἰσιδώρα, Εὐφροσύνα καὶ παιδάριον ὧι ὄνομα Ἰσίδω-
ρος τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ἓξ καὶ ἡ-
μίσου, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτῆ-
ρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Μέντωρ Λαιά-
10 δα, Ἐπίνικος Νικοστράτου, καθὼς ἐπίστευσαν τῶ θε-
ω τὰς ὠνάς, ἐφ’ ὧτε ἐλευθέρους εἶμεν τοὺς προγε-
γραμ<μ>ένους {υς} καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν
πάντα χρόνον, ποιοῦντας ὅ κα θέλωντι καὶ ἀποτρέ-
χοντας ὁ͂ις κα θέλωντι. εἰ δέ τις ἐφάπτοι<το> ἐπὶ κα-
15 ταδουλι<σ>μῶι Εἰσιδώρας ἢ Εὐφροσύνας ἢ Ἰσιδώρου, βέ-
βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδό-
μενοι καὶ οἱ βεβαιωτῆρες. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν
κύριος ἔστω συλέων τοὺς προγεγραμ<μ>ένους
ὡς ἐλευθέρους ὄντας ἀζάμιος ὢν καὶ ἀνυπόδι-
20 κος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἵ τε ἱερεῖς
τοῦ Ἀπόλλωνος Νικόστρατος Ἄρχωνος, Δά-
μων Ἀγάθωνος καὶ ἰδιῶται Καλλίστρατος Αἰακίδα,
Ξενόκριτος Μένητος, Ἀντιγενίδας,
Μεγάρτας.
Search Help
Contact Us