[ ]
Phokis — Delphi — 50-1 BC
1 | ἄρχοντος Εὐκλείδα τοῦ Καλλία μηνὸς Θεοξενίου, |
βουλευόντων Ἄρχωνος τοῦ Νικοστράτου, Κάλλωνος | |
τοῦ Ἀντιγενείδα, Κλεοξενίδα τοῦ Ἀθανίωνος, ἀπέδον- | |
το Σωτύλος καὶ Ἀριστοκλῆς οἱ Ἡράκωνος τῶι Ἀπόλλω- | |
5 | νι τῶι Πυθίωι σώματα γυναικεῖα μὲν δύο οἷς ὀνόματα |
Εἰσιδώρα, Εὐφροσύνα καὶ παιδάριον ὧι ὄνομα Ἰσίδω- | |
ρος τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ἓξ καὶ ἡ- | |
μίσου, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτῆ- | |
ρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Μέντωρ Λαιά- | |
10 | δα, Ἐπίνικος Νικοστράτου, καθὼς ἐπίστευσαν τῶ θε- |
ω τὰς ὠνάς, ἐφ’ ὧτε ἐλευθέρους εἶμεν τοὺς προγε- | |
γραμ<μ>ένους {υς} καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν | |
πάντα χρόνον, ποιοῦντας ὅ κα θέλωντι καὶ ἀποτρέ- | |
χοντας ὁ͂ις κα θέλωντι. εἰ δέ τις ἐφάπτοι<το> ἐπὶ κα- | |
15 | ταδουλι<σ>μῶι Εἰσιδώρας ἢ Εὐφροσύνας ἢ Ἰσιδώρου, βέ- |
βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδό- | |
μενοι καὶ οἱ βεβαιωτῆρες. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν | |
κύριος ἔστω συλέων τοὺς προγεγραμ<μ>ένους | |
ὡς ἐλευθέρους ὄντας ἀζάμιος ὢν καὶ ἀνυπόδι- | |
20 | κος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἵ τε ἱερεῖς |
τοῦ Ἀπόλλωνος Νικόστρατος Ἄρχωνος, Δά- | |
μων Ἀγάθωνος καὶ ἰδιῶται Καλλίστρατος Αἰακίδα, | |
Ξενόκριτος Μένητος, Ἀντιγενίδας, | |
Μεγάρτας. |