[ ] Phokis — Delphi — 50-1 BC
1 ἄρχοντος Πύῤῥου,
μηνὸς Βοαθοίου, βου[λευόν]-
των Βαβύλου, Φίλωνος, Πολυ-
τειμίδα, ἀπέδοτο [Εἰ]σιὰς σῶμα
5 γυναικεῖον κορίδιον ἇι ὄνομα Ἡρά-
κλεα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν,
καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιω-
τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος·
Εὐάγγελος Μεγάρτα. παραμεινάτω
10 δὲ Εἰσιάδι ἕως κα ζῆι ποιο<ῦ>νσα(!)
τὸ ἐπιτασσόμενον πᾶν τὸ
δυνατόν· εἰ δὲ μὴ ποιῆι, ἐξουσίαν
ἐχέτω ἐπιτειμέουσα τρόπωι
15 ὧι κα θέληι. εἰ δέ τι πάθοι Εἰσιάς,
λαβέτω τὰ Εἰσιάδος πάντα, καὶ
ποιησάτω τὰ ποτὶ γᾶν πάντα·
εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κατα-
δουλισμῶι Ἡρακλέας, βέβαιον πα-
20 ρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν
ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ.
ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρι-
ος ἔστω συλέων Ἡράκλεαν ἐλευθέραν
ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσ-
ας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς
25 τοῦ Ἀπόλλωνος Λαιάδας Βαβύλου,
ἰδιῶται Ἁβρόμαχος, Γόργιλος, Κλεόμαντις.
Search Help
Contact Us