[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Κλευδάμου μηνὸς Ἀμαλίου, βουλευόν- |
| των τὰν δευτέραν ἑξάμηνον Μνασιθέου, Ἁγίω- | |
| νος, γραμματεύοντος Κλευδάμου τοῦ Μαντία, | |
| ἐπὶ τοῖσδε ἀπέδοτο Εὔανδρος Εὐδόκου, συνευδοκέον- | |
| 5 | τος τοῦ πατρὸς αὐτοῦ Εὐδόκου, τῶι Ἀπόλλωνι τῶι Πυ- |
| θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἑλλὰς τὸ γένος ἐνδογε- | |
| νῆ, τεχνῖτιν, τιμᾶς ἀργυρίου μνᾶν ἕνδεκα, καὶ τὰν | |
| τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἑλλὰς τῶι θε- | |
| ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφα- | |
| 10 | πτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέουσα |
| ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαι- | |
| ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ξενόκριτος | |
| Στησιμένεος. εἰ δέ τις ἅπτοιτο Ἑλλάδος ἐπὶ καταδου- | |
| λισσμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀ- | |
| 15 | ποδόμενος Εὔανδρος καὶ ὁ βεβαιωτὴρ Ξενόκριτος. εἰ |
| δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πρά- | |
| κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως | |
| δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ- | |
| λέοντες Ἑλλάδα ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι | |
| 20 | ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. |
| μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
| Δρομοκλείδας· Εὐάγγελος· Δαμ․․․․ | |
| #⁷, Μένης, Ὑβρίας, Πισίστρατος. |