[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Κλευδάμου μηνὸς Ἀμαλίου, βουλευόν- |
των τὰν δευτέραν ἑξάμηνον Μνασιθέου, Ἁγίω- | |
νος, γραμματεύοντος Κλευδάμου τοῦ Μαντία, | |
ἐπὶ τοῖσδε ἀπέδοτο Εὔανδρος Εὐδόκου, συνευδοκέον- | |
5 | τος τοῦ πατρὸς αὐτοῦ Εὐδόκου, τῶι Ἀπόλλωνι τῶι Πυ- |
θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἑλλὰς τὸ γένος ἐνδογε- | |
νῆ, τεχνῖτιν, τιμᾶς ἀργυρίου μνᾶν ἕνδεκα, καὶ τὰν | |
τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἑλλὰς τῶι θε- | |
ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφα- | |
10 | πτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέουσα |
ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαι- | |
ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ξενόκριτος | |
Στησιμένεος. εἰ δέ τις ἅπτοιτο Ἑλλάδος ἐπὶ καταδου- | |
λισσμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀ- | |
15 | ποδόμενος Εὔανδρος καὶ ὁ βεβαιωτὴρ Ξενόκριτος. εἰ |
δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πρά- | |
κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως | |
δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ- | |
λέοντες Ἑλλάδα ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι | |
20 | ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. |
μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
Δρομοκλείδας· Εὐάγγελος· Δαμ․․․․ | |
#⁷, Μένης, Ὑβρίας, Πισίστρατος. |