SGDI II 2177
[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Κλευδάμου μηνὸς Ἀμαλίου, βουλευόν-
των τὰν δευτέραν ἑξάμηνον Μνασιθέου, Ἁγίω-
νος, γραμματεύοντος Κλευδάμου τοῦ Μαντία,
ἐπὶ τοῖσδε ἀπέδοτο Εὔανδρος Εὐδόκου, συνευδοκέον-
5 τος τοῦ πατρὸς αὐτοῦ Εὐδόκου, τῶι Ἀπόλλωνι τῶι Πυ-
θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἑλλὰς τὸ γένος ἐνδογε-
νῆ, τεχνῖτιν, τιμᾶς ἀργυρίου μνᾶν ἕνδεκα, καὶ τὰν
τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἑλλὰς τῶι θε-
ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφα-
10 πτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέουσα
ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαι-
ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ξενόκριτος
Στησιμένεος. εἰ δέ τις ἅπτοιτο Ἑλλάδος ἐπὶ καταδου-
λισσμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀ-
15 ποδόμενος Εὔανδρος καὶ ὁ βεβαιωτὴρ Ξενόκριτος. εἰ
δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πρά-
κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως
δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ-
λέοντες Ἑλλάδα ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι
20 ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας.
μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος
Δρομοκλείδας· Εὐάγγελος· Δαμ․․․․
#⁷, Μένης, Ὑβρίας, Πισίστρατος.
Search Help
Contact Us