[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δάμωνος τοῦ Ξενοστράτου μηνὸς Ἰλαίου, βου-
λευόντων τὰν δευτέραν ἑξάμηνον Ἁγίωνος τοῦ Ἐχε-
φύλου, Ἀναξανδρίδα τοῦ Αἰακίδα, Εὐ-
κλέος τοῦ Καλλισ[τράτου], ἐπὶ τοῖσδε
5 ἀπέδοτο Ἀπολλόδω-
[ρος Ἀπολ]λοδώρου Πτολεμαιεὺς ἀπὸ Βάρκης
[τῶι Ἀπόλ]λωνι τῶι Πυθίωι, ἐάν τι αὐτὸς πάθηι,
[ὡς ἐ]λεύθερα σώματα ἀνδρεῖα τρία οἷς ὀ-
[νόματα] Ἀφροδίσιος γένος Θρᾶιξ, Λίβυς γένος Λίβυς,
10 [․․․8․․․․ οἰκο]γενὴς καὶ γυναικεῖα τέτταρα αἷς ὀνόματα Λι-
[․․․․․․․․․]σσα, Ἐνώμη γένος Σύρα, Ἡράκλεια καὶ Εἰρήνη
[․․․․․․․․]. βεβαιω-
[τῆρες κατὰ] τὸν νόμον τᾶς πόλιος τῶν Δελφῶν· Ἀντιπαθ[․․]
[․․․․․․․]ος, Διονύσιος καὶ Πολίτας οἱ Ἀσάνδρου καὶ Εὔδ-
15 [οκος Πραξί]α καὶ Πολέμαρχος Πολέμωνος. εἰ δέ τις ἅπτοιτο
[․․․․․․․․․] τινος μετὰ τὸ μεταλλάξαι Ἀπολλόδωρον, οἱ βε-
[βαιωτῆρ]ες τῶι θεῶι τὰν ὠνὰν βέβαιον παρεχόντων. ὁμοίως δὲ καὶ οἱ παρα-
[τυγχάν]οντες κύριοι ἐόντων συλέοντες αὐτοὺς καὶ
αὐτὰς ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ
20 ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς
τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρχοντες Ἁγίων Ἐχεφύ-
λου, Ἀναξανδρίδας, Εὐκλῆς καὶ ἰδιῶται Τιμόκριτος,
Γόργιππος.
10 ... Λι-
[βυσσα, γένος Λίβυ]σσα ...
Search Help