[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Δάμωνος τοῦ Ξενοστράτου, μηνὸς Ποιτροπίου, βουλευ- |
όντων τὰν πρώταν ἑξάμηνον Βαβύλου, Κλέωνος, Δίωνος, ἐπὶ τοῖσ- | |
δε ἀπέδοτο Πολύξενος Ὀξύλου, συνευδοκεόντων καὶ τῶν υἱῶν αὐ- | |
τοῦ Ὀξύλου καὶ Ξεν[έ]α, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρῆ- | |
5 | ον ὧι ὄνομα Μάγας τὸ γένος Ἀράβα, τιμᾶς ἀργυρίου μνᾶν τεσ- |
σάρων, καθὼς ἐπίστευσε Μάγας τῶι θεῶι τὰν ὠνὰν ἐφ ὧιτε | |
ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα | |
βίον. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀριστόδαμος | |
Γλαυκία. εἰ δέ τις ἅπτοιτο Μάγα ἐπὶ καταδουλισμῶι, {βεβαι} | |
10 | βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος |
καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύρι- | |
οι ἐόντων συλέοντες Μάγαν ὡς ἐλεύθερον ἐόντα ἀζάμι- | |
οι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· | |
τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Δρομοκλείδας, Ἄρχων, καὶ οἱ ἄρ- | |
15 | χοντες Βαβύλος, Κλέων, Δίων καὶ ἰδιῶται Σωσίπατρος, |
Κλεώνδας, Ὑβρίας, Δάμων Ξενοστράτου, Λαχάρης, Μένης, | |
Τιμόκριτος. |