[ ] Phokis — Delphi — 100-50 BC
1 ἄρχοντος Φιλονίκου μηνὸς Θεοξενίου, βουλευ-
όντων Πάτρωνος, Δάμωνος, Εὐκλείδα, Στράτω-
νος, ἀπέδοτο Φίλαγρος Ἀρχύτα τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Διόκλεα τὸ γέ-
5 νος οἰκογενές, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ
τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς
[νόμους] τᾶς πόλιος Βαβύλος· παραμεινατω δὲ Διόκλεια
[παρ]ὰ Κλεοπάτραι τῆι ματρὶ Φιλάγρου ποιοῦσα
[τὸ ἐ]πιτασσόμενον πᾶν τὸ δυνατόν, ἐξουσίαν δὲ ἐχέ-
10 τω ἐπιτιμέουσα καὶ διδέουσα τρόπωι ὧι κα θέληι
πλὰν μὴ πωλέουσα. ἐπεί κά τι πάθοι Κλεοπάτρα,
ἐλευθέρα ἔστω Διόκλεα καὶ ὑπαγέτω πᾶι κα θέληι.
εἰ δέ τις ἐφάπτοιτο Διοκλέας ἐπὶ καταδουλισμῶι, κύρι-
ος ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέραν οὖσαν
15 ἀζάμι[ος] ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας, καὶ ὁ
βεβαιωτὴρ βεβαιούτω. εἰ δέ τι γένοιτο ἐγ Διοκλέας
τέκνον ἐν τῶι τᾶς παραμονᾶς χρόνωι, εἴ κα μὲν θέ-
ληι ἀποπνεῖξαι Διόκλεα ἐξουσίαν ἐχέτω, εἰ δὲ θέλοι
τρέφειν, ἔστω τὸ τρεφόμενον ἐλεύθερον· εἴ κα μὴ
20 αὐτὸ θέληι, πωλῆσαι δὲ τὸ γενηθέν μὴ ἐχέτω ἐξουσίαν
Διόκλεα μηδὲ ἄλλος μηθείς. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλ-
λωνος Ἐμμενίδας· Εὐάγγελος, Λαιάδας, Δάμων,
Καλλίας.
Search Help
Contact Us