[ ]
Phokis — Delphi — 100-50 BC
1 | ἄρχοντος Φιλονίκου μηνὸς Θεοξενίου, βουλευ- |
όντων Πάτρωνος, Δάμωνος, Εὐκλείδα, Στράτω- | |
νος, ἀπέδοτο Φίλαγρος Ἀρχύτα τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Διόκλεα τὸ γέ- | |
5 | νος οἰκογενές, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ |
τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς | |
[νόμους] τᾶς πόλιος Βαβύλος· παραμεινατω δὲ Διόκλεια | |
[παρ]ὰ Κλεοπάτραι τῆι ματρὶ Φιλάγρου ποιοῦσα | |
[τὸ ἐ]πιτασσόμενον πᾶν τὸ δυνατόν, ἐξουσίαν δὲ ἐχέ- | |
10 | τω ἐπιτιμέουσα καὶ διδέουσα τρόπωι ὧι κα θέληι |
πλὰν μὴ πωλέουσα. ἐπεί κά τι πάθοι Κλεοπάτρα, | |
ἐλευθέρα ἔστω Διόκλεα καὶ ὑπαγέτω πᾶι κα θέληι. | |
εἰ δέ τις ἐφάπτοιτο Διοκλέας ἐπὶ καταδουλισμῶι, κύρι- | |
ος ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέραν οὖσαν | |
15 | ἀζάμι[ος] ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας, καὶ ὁ |
βεβαιωτὴρ βεβαιούτω. εἰ δέ τι γένοιτο ἐγ Διοκλέας | |
τέκνον ἐν τῶι τᾶς παραμονᾶς χρόνωι, εἴ κα μὲν θέ- | |
ληι ἀποπνεῖξαι Διόκλεα ἐξουσίαν ἐχέτω, εἰ δὲ θέλοι | |
τρέφειν, ἔστω τὸ τρεφόμενον ἐλεύθερον· εἴ κα μὴ | |
20 | αὐτὸ θέληι, πωλῆσαι δὲ τὸ γενηθέν μὴ ἐχέτω ἐξουσίαν |
Διόκλεα μηδὲ ἄλλος μηθείς. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλ- | |
λωνος Ἐμμενίδας· Εὐάγγελος, Λαιάδας, Δάμων, | |
Καλλίας. |