SGDI II 2170
[ ] Phokis — Delphi — 100-50 BC
1 ἄρχοντος Φιλονίκου μηνὸς Ἡρακλείου, βουλευόντων Πάτρωνος, Δάμωνος, Στρά-
τωνος, Εὐκλίδα, ἀπέδοντο Πάσων καὶ Διόδωρος οἱ Ὀρέστα τῶι Ἀπόλλωνι τῶι
Πυθίωι παιδάριον ὧι ὄνομα Ἀλέξιππος ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου μνᾶν δύο,
καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Ἀλέξιππος τὰν ὠνὰν τῶι θεῶι,
5 ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιω-
τὴρ κατὰ τοὺς νόμους· Καλλίας Εὐκλίδα. εἰ δέ τις ἐφάπτοιτο Ἀλεξίππου ἐπὶ κα-
ταδουλισμῶι, βέβαιον παρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ
βεβαιωτὴρ βεβαιούτω. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Ἀλέξιππον
ὡς ἐλεύθερον, ἀνυπόδικος ὢν καὶ ἀζάμιος πάσας δίκας καὶ ζαμίας. μάρτυροι
10 Ἀμύντας, Πάτρων, Εὐκλίδας, [Βα]βύλος, ․․[․]․, Πρωτογένης.
Search Help
Contact Us