[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δαμοσθένεος μηνὸς Δαιδαφορίου, βου-
λευόντων τὰν πρώταν ἑξάμηνον Τιμοκλέος
τοῦ Θρασέα, Φιλαιτώλου τοῦ Φαίνιος, γραμματεύον-
τος Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἐπὶ τοῖσδε ἀπέδοτο Πολέ-
5 μαρχος Πολέμωνος, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐ-
τοῦ Πολέμωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ-
ον παιδάριον ὧι ὄνομα Βίθυς τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυ-
ρίου τριῶν ἡμιμναίων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί-
στευσε Βίθυς τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν
10 καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέων ὅ κα θέ-
ληι καὶ ἀποτρέχων οἷς κα θέληι βεβαιωτὴρ κατὰ τὸν νόμον
τᾶς πόλιος· Δίων Φιλιστίωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ κατα-
δουλισμῶι Βίθυος, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠ-
νὰν ὅ τε ἀποδόμενος Πολέμαρχος καὶ ὁ βεβαιωτὴρ Δίων.
15 εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόν-
των κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγ-
χάνοντες κύριοι ἐόντων συλέοντες Βίθυν ὡς ἐλεύθερον
ἐόντα, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ
ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρ-
20 χοντες Φιλαίτωλος, Τιμοκλῆς, Ἀναξανδρίδας καὶ ἰδιῶται
Μηνόδοτος, Τιμόκριτος, Μένης, Χαρίξενος, Πισίθεος, Ἄ-
θαμβος.
Search Help