[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Δαιδαφορίου, βου- |
λευόντων τὰν πρώταν ἑξάμηνον Τιμοκλέος | |
τοῦ Θρασέα, Φιλαιτώλου τοῦ Φαίνιος, γραμματεύον- | |
τος Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἐπὶ τοῖσδε ἀπέδοτο Πολέ- | |
5 | μαρχος Πολέμωνος, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐ- |
τοῦ Πολέμωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ- | |
ον παιδάριον ὧι ὄνομα Βίθυς τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυ- | |
ρίου τριῶν ἡμιμναίων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί- | |
στευσε Βίθυς τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν | |
10 | καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέων ὅ κα θέ- |
ληι καὶ ἀποτρέχων οἷς κα θέληι βεβαιωτὴρ κατὰ τὸν νόμον | |
τᾶς πόλιος· Δίων Φιλιστίωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ κατα- | |
δουλισμῶι Βίθυος, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠ- | |
νὰν ὅ τε ἀποδόμενος Πολέμαρχος καὶ ὁ βεβαιωτὴρ Δίων. | |
15 | εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόν- |
των κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγ- | |
χάνοντες κύριοι ἐόντων συλέοντες Βίθυν ὡς ἐλεύθερον | |
ἐόντα, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ | |
ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρ- | |
20 | χοντες Φιλαίτωλος, Τιμοκλῆς, Ἀναξανδρίδας καὶ ἰδιῶται |
Μηνόδοτος, Τιμόκριτος, Μένης, Χαρίξενος, Πισίθεος, Ἄ- | |
θαμβος. |