[ ]
Phokis — Delphi — 100-50 BC
1 | ἄρχοντος Φιλονίκου, βουλευόντων Πάτρωνος, Δάμωνος, Στράτωνος, Εὐκ<λίδ>α, |
ἀπέδοτο Ἀμμία Καλλιδά<μ>ου τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι ἐπ’ ἐλευθερίαι σῶμα γυναι- | |
κεῖον ἇι ὄνομα Σύμφορον, συνευαρεστε- | |
5 | ούσας καὶ τᾶς ματρὸς Παρθένας, τιμᾶς ἀρ- |
γυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, κα- | |
θὼς ἐπίστευσε Σύνφορον τῶι θεῶι τὰν ὠνάν, ἐ- | |
φ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς | |
10 | πόλιος· Νικόστρατος Εὐδώρου. παραμινάτω |
δὲ Σύνφορον Ἀμμίαι ἕως κα ζώηι, ποιοῦσα τὸ | |
ἐπιτασσόμενον πᾶν. εἰ δὲ μὴ ποῆ, ἐξουσίαν | |
ἐχέτω ἐπιτιμέουσα τρόπωι ὧι κα θέληι. εἰ δέ τι | |
γένοιτο ἀνθρώπινον περὶ Ἀμμίαν, ἐλευθέρα | |
15 | ἔστω Σύνφορον καὶ ἀνέφαπτος ἀπὸ πάν- |
των τὸν πάντα βίον. εἰ δέ τις ἐφάπτοιτο | |
Συνφόρου ἐπὶ καταδουλισμῶι, βέβαιον | |
παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀπο- | |
δομένα καὶ ὁ βεβαιωτήρ. μάρτυροι· Σώτηρος, Ἀρχίας. | |
20 | Δάμων, Πάτρων, Μέντωρ. |